Παρασκευή 15 Ιουλίου 2016

ΑΦΙΕΡΩΜΑ ΣΤΑ ΘΥΡΑΝΟΙΞΙΑ ΤΟΥ ΑΝΑΚΑΙΝΙΣΘΕΝΤΟΣ ΑΠΌ ΤΟΝ ΙΩΑΝΝΗ ΜΑΡΓΑΡΙΤΗ (ΑΝΖΕΜΟΪΑΝΝΗ) ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΟΥ ΚΗΡΥΚΟΥ ΚΑΙ ΙΟΥΛΙΤΤΗΣ ΣΤΗΝ ΑΠΕΙΡΑΝΘΟ ΝΑΞΟΥ

15/7/2016


Μεγαλυνάρια. Ἦχος πλ. δ′.


15  Ἰουλίου. Τοῖς ἁγίοις μάρτυσι Κηρύκῳ καὶ Ἰουλίττῃ τῇ μητρὶ αὐτοῦ.


Α′.  Τῷ Κηρύκῳ


Ὑπὸ Ἀλεξάνδρου τοῦ δυσεβοῦς,
τυράννου ἀθέου, ἡγεμόνος ἐν τῇ Ταρσῷ,
ἀπὸ τῆς ἀγκάλης, ἡρπάγης τῆς μητρός σου,
βιαίως τριετίζων νήπιον Κήρυκε.


Ἀκλινῶς προσβλέπων τῇ σῇ μητρί,
οὐκ ἐκολακεύθης ὑπ’ ἀνόμου τὸ τριετές,
νήπιον οὐδ’ ὅλως ἐδελεάσθης μάρτυς,
ἀθλητικῶς κηρύξας Χριστὸν ὦ Κήρυκε.


Κήρυκε κατῄσχυνας ἀσεβῆ,
ἄνδρα ἡγεμόνα, νηπιάζοντα ταῖς φρεσί·
διὸ καταβάλλει, σὲ τριετὲς παιδίον,
ὁ τύραννος συντρίψας τὴν θείαν κάραν σου...



Κῆρυξ θείου Λόγου ἐξ ἁπαλῶν,
ὀνύχων ἐφάνης, θεῖε Κήρυκε εὐλαβές,
διὰ μαρτυρίου, καὶ μετὰ τῆς μητρός σου,
τῆς θείας Ἰουλίττης Χριστὸν ἐδόξασας.


Κύριος τῆς δόξης τὸν τριετῆ,
μάρτυρα λαμβάνει, καὶ δοξάζει θεοπρεπῶς,
ὅτι ὡς ἐχέφρων, ἀνὴρ Θεὸν δοξάζει,
ἀθλητικῶς κηρύξας Χριστὸν ὁ Κήρυκος.


Χαίροις μάρτυς Κήρυκε τριετές,
νήπιον λακτίσας, ἡγεμόνα τὸν ἀσεβῆ·
χαίροις πρὸ βημάτων, δικαστικῶν ἀθλήσας,
ἐνέγκας τῷ Κυρίῳ τὸ θεῖον αἷμά σου.


Χαίροις ὁ κηρύξας ὡς τριετής,
Ἁγίαν Τριάδα, ἐν ἀγῶνι ἀθλητικῷ·
χαίροις παιδομάρτυς, παρὰ Χριστῷ ἐν πόλῳ,
στεφηφορῶν ἱστάμενος παναοίδιμε.


Χαίροις παιδομάρτυς ὁ τριετής,
παρὰ τῷ Κυρίῳ ὁ ἱστάμενος νικητής,
ἐστεφανωμένος, τῷ στέφει θείας δόξης,
ἐν τῷ χορῷ τῶν παίδων κατευφραινόμενος.


Β′.  Τῇ Ἰουλίττῃ.


Λογικὴ ἀμνὰς τοῦ Ἐμμανουήλ,
προσάγει Κυρίῳ τριετῆ τὸν ἀμνὸν αὐτῆς·
διὸ καὶ στεφάνῳ, διπλῷ τοῦ μαρτυρίου,
ἡ μάρτυς Ἰουλίττα καταλαμπρύνεται.


Χαίροις μάρτυς ἔνδοξε τοῦ Χριστοῦ,
Ἰκονίου γόνος, καὶ τὸ καύχημα τῆς Ταρσοῦ·
χαίροις Ἰουλίττα, ἡ ἐστεφανωμένη,
διπλόκῳ τῷ στεφάνῳ τῆς σῆς ἀθλήσεως.


Χαίροις Ἰουλίττα, ὅτι Θεῷ,
προσάγεις υἱόν σου παιδομάρτυρα ἱερόν,
θυόμενον ἄρνα, παρὰ τῷ Ἐσφαγμένῳ,
Ἀρνίῳ παριστάμενον θεῖον σπλάγχνον σου.


Χαίροις Ἰουλίττα πανευκλεές,
ὡς ἀμνὰς τὸν ἄρνα ἡ προσάγουσα τῷ Χριστῷ,
ἐστεφανωμένη τῷ στέφει μαρτυρίου,
καὶ συνδεδοξασμένη τῷ θείῳ σπλάγχνῳ σου.


Χαίροις Ἰουλίττα, ὅτι ὁ σός,
υἱὸς ἐμνηστεύφθη τὴν ἀγήρω θείαν ζωήν,
διὰ τοῦ θανάτου, παρεστηκὼς Κυρίῳ,
καὶ ἐστεφανωμένος δόξῃ τὸ σπλάγχνον σου.


Μάρτυς Ἰουλίττα παρὰ Χριστῷ,
μετὰ τοῦ υἱοῦ σου τοῦ Κηρύκου ἐν οὐρανῷ,
ἵστασαι ἐν δόξῃ, ἐπαναπαυομένη,
καὶ συναγαλλομένη ἡ παναοίδιμος.


Ἐκτμηθεῖσα κάραν σου τὴν σεπτήν,
θεία Ἰουλίττα τὴν τοῦ ὄφεως κεφαλήν,
συνέθλασας ἄρδην· διὸ καὶ στεφηφόρος,
μετὰ μαρτύρων πάντων Χριστῷ παρίστασαι.


Γ′.  Ἀμφοτέροις τοῖς Ἁγίοις.


Χαίροιτε οἱ μάρτυρες τοῦ Χριστοῦ,
Κήρυκος καὶ θεία Ἰουλίττα μήτηρ αὐτοῦ,
ἐστεφανωμένοι, παρὰ τῷ Ἀθλοθέτῃ,
καὶ συνδεδοξασμένοι οἱ παμμακάριστοι.


Δ′.  Τῷ ναῷ καὶ τοῖς ἀρχαίοις κτίτορσι.


Καινουργεῖται σήμερον ὁ ναός,
θείας Ἰουλίττης, καὶ Κηρύκου υἱοῦ αὐτῆς·
ὅθεν εὐφροσύνως, ἐν ὕμνοις μελιρρύτοις,
ὑμνήσωμεν ἐνθέως τοὺς χριστομάρτυρας.


Χαίροιτε οἱ κτίτορες τοῦ ναοῦ,
θείας Ἰουλίττης καὶ Κηρύκου υἱοῦ αὐτῆς,
ἐν τῇ αἰωνίῳ ζωῇ τῇ ἀκηράτῳ,
ὅτι ναὸς ὁ πάλαι ἀνακαινίζεται.


Σήμερον εὐφραίνονται οἱ πιστοί,
ὅτι ἐκ τῶν βάθρων ἀνηγέρθη νέος ναός,
ἐν τῇ Ἀπειράνθῳ, τοῦ μάρτυρος Κηρύκου·
διὸ εὐχαριστίας Θεῷ προσφέρομεν.


Ε′.  Τῷ νέῳ ἀνακαινιστῇ καὶ κτίτορι τοῦ ναοῦ  Ἰωάννῃ Δ. Μαργαρίτῃ.


Χαίροις Ἰωάννη ὅτι ναόν,
θείας Ἰουλίττης καὶ Κηρύκου υἱοῦ αὐτῆς,
ἐκ τῶν ἐρειπίων, ἀνήγειρας ὡραῖον·
διὸ εὐχαριστοῦμέν σοι πάντες σήμερον.


Ἔσχες θεῖον πόθον νεανικόν,
ὅπως ἀνεγείρῃς τοῦ Κηρύκου τὸν ἱερόν,
ναὸν Ἰωάννη, καὶ σήμερον ὁ πόθος,
ὑλοποιεῖται ὅθεν χαίρεις ὑπέρτατα.


Τῷ ἀνακαινίσαντι τὸν ναόν,
πάντες εὐχηθῶμεν εὐλογίαν παρὰ Θεοῦ,
καὶ τοὺς ὑπολοίπους ναοὺς ἐν Ἀπειράνθῳ,
ἀνακαινίσῃ ἅπαντας θείᾳ χάριτι.





                         Εἰρήνη Β. Πολυκρέτη

                                 Θεολόγος

Δεν υπάρχουν σχόλια: